Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.68 Dem. 45.72 (English) >>Dem. 45.75

45.70οὐδένʼ ἂν εἰπεῖν ἔχοις· ἀλλὰ τοκίζων καὶ τὰς τῶν ἄλλων συμφορὰς καὶ χρείας εὐτυχήματα σαυτοῦ νομίζων, ἐξέβαλες μὲν τὸν ἀφῄρησαι δὲ τὴν σαυτοῦ πενθερὰν ταῦτʼ ἀφʼ ὧν ἔζη, ἀοίκητον δὲ τὸν Ἀρχεδήμου παῖδα τὸ σαυτοῦ μέρος πεποίηκας. οὐδεὶς δὲ πώποθʼ οὕτω πικρῶς οὐδʼ ὑπερήμερον εἰσέπραξεν ὡς σὺ τοὺς ὀφείλοντας τοὺς τόκους. εἶθʼ ὃν ὁρᾶτʼ ἐπὶ πάντων οὕτως ἄγριον καὶ μιαρόν, τοῦτον ὑμεῖς ἠδικηκότʼ ἐπʼ αὐτοφώρῳ λαβόντες οὐ τιμωρήσεσθε; δείνʼ ἄρʼ, ἄνδρες δικασταί, ποιήσετε καὶ οὐχὶ δίκαια.

45.71ἄξιον τοίνυν, ἄνδρες Ἀθηναῖοι, καὶ Φορμίωνι τῷ παρασχομένῳ τουτονὶ νεμεσῆσαι τοῖς πεπραγμένοις, τὴν ἀναίδειαν τοῦ τρόπου καὶ τὴν ἀχαριστίαν ἰδόντας. οἶμαι γὰρ ἅπαντας ὑμᾶς εἰδέναι, ὅτι τοῦτον, ἡνίκʼ ὤνιος ἦν, εἰ συνέβη μάγειρον τινος ἄλλης τέχνης δημιουργὸν πρίασθαι, τὴν τοῦ δεσπότου τέχνην ἂν μαθὼν πόρρω τῶν νῦν παρόντων ἦν ἀγαθῶν. 45.72ἐπειδὴ δʼ πατὴρ ἡμέτερος τραπεζίτης ὢν ἐκτήσατʼ αὐτὸν καὶ γράμματʼ ἐπαίδευσεν καὶ τὴν τέχνην ἐδίδαξεν καὶ χρημάτων ἐποίησε κύριον πολλῶν, εὐδαίμων γέγονεν, τὴν τύχην, πρὸς ἡμᾶς ἀφίκετο, ἀρχὴν λαβὼν πάσης τῆς νῦν παρούσης εὐδαιμονίας. 45.73οὐκοῦν δεινόν, γῆ καὶ θεοί, καὶ πέρᾳ δεινοῦ, τοὺς Ἕλληνα μὲν ἀντὶ βαρβάρου ποιήσαντας, γνώριμον δʼ ἀντʼ ἀνδραπόδου, τοσούτων δʼ ἀγαθῶν ἡγεμόνας, τούτους περιορᾶν ἐν ταῖς ἐσχάταις ἀπορίαις ὄντας ἔχοντα καὶ πλουτοῦντα, καὶ εἰς τοῦθʼ ἥκειν ἀναιδείας ὥστε, ἧς παρʼ ἡμῶν τύχης μετέσχε, ταύτης ἡμῖν μὴ τολμᾶν μεταδοῦναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.68 Dem. 45.72 (English) >>Dem. 45.75

Powered by PhiloLogic